BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

71.

Ἀσπάλαξ.

(C. 51.)

 

Ὁ ἀσπάλαξ τυφλὸν ζῶόν ἐστι. Φησὶν οὖν ποτε τῆι μητρί· «συκαμινέαν, μῆτερ, ὁρῶ.» Εἶτα αὖθίς φησι· «λιβάνου ὀσμῆς πεπλήρωμαι.» Κἀκ τρίτου πάλιν «χαλκῆς» φησι «ψηφῖδος κτύπον ἀκούω.» Ἡ δὲ μήτηρ ὑπολαβοῦσα εἶπεν· «ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως.»

Ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.