BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

220.

Κυνηγὸς καὶ Ἁλιεύς.

(B. 61.)

 

ιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας,

ἤιει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας.

καί πως συνηβόλησαν οἱ δύ᾿ ἀλλήλοις·

χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,

θήραν δ᾿ ὁ γριπεὺς ἡιρέτιζον ἀγρείην,

ἅ τ᾿ εἶχον ἀντέδωκαν· εἶτα τὴν θήρην

ἤμειβον αἰεί, δεῖπνα δ᾿ εἶχον ἡδίω,

[109]

ἕως τις αὐτοῖς εἶπεν· «ἀλλὰ καὶ τούτων

τὸ χρηστὸν ἐξολεῖτε τῆι συνηθείαι.

πάλιν δ᾿ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.»

Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδεός μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφ᾿ ἕτερον τρέπει.