| |

Codex Parisinus Supplementi graeci 384, fol. 29r
24.
<ΣΙΜΙΟΥ> ΠΤΕΡΥΓΕΣ ΕΡΩΤΟΣ
Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτ' Ἀκμονίδαν τ' ἄλλυδις ἑδράσαντα·
μηδὲ τρέσηις, εἰ τόσος ὢν δάσκια βέβριθα λάχναι γένεια.
τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ' ἔκραιν' Ἀνάγκα,
πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς
ἑρπετά, πάνθ', ὅσ' ἕρπει
δι' αἴθρας.
Χάους δέ,
οὔτι γε Κύπριδος παῖς
ὠκυπέτας οὐδ' Ἄρεος καλεῦμαι·
οὔτι γὰρ ἔκρανα βίαι, πραϋνόωι δὲ πειθοῖ·
εἶκε δέ μοι Γαῖα Θαλάσσας τε μυχοὶ χάλκεος Οὐρανός τε·
τῶν δ' ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.
|