| |

Codex Parisinus Supplementi graeci 384, fol. 30r
26.
ΔΩΣΙΑΔΑ ΒΩΜΟΣ
Εἱμάρσενός με στήτας
πόσις, μέροψ δίσαβος,
τεῦξ᾽, οὐ σποδεύνας ἶνις Ἐμπούσας, μόρος
Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος,
Χρύσας δ᾽ ἀίτας, ἆμος ἑψάνδρα
τὸν γυιόχαλκον οὖρον ἔρραισεν,
ὃν ἁπάτωρ δίσευνος
μόγησε ματρόριπτος·
ἐμὸν δὲ τεῦγμ᾽ ἀθρήσας
Θεοκρίτοιο κτάντας
τριεσπέροιο καύστας
θώυξεν αἴν᾽ ἰύξας·
χάλεψε γάρ νιν ἰῶι
σύργαστρος ἐκδυγήρας·
τὸν δ᾽ αἰλινεῦντ᾽ ἐν ἀμφικλύστωι
Πανός τε ματρὸς εὐνέτας, φὼρ
δίζωιος, ἶνίς τ᾽ ἀνδροβρῶτος Ἰλιορραιστᾶν
ἦρ᾽ ἀρδίων ἐς Τευκρίδ᾽ ἄγαγον τριπόρθητον.
|