B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   ν ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ νʹ μετὰ τοῦ αʹ

c11.95 Ναῦς ἱκετεύει πέτραν. 
c11.96 Ναῦς δὲ παλαιὰ πόντωι οὐχὶ πλωΐμη. 
c11.96a Ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος. 
c11.96b Ναῦν τοι μι᾽ ἄγκυρ᾽ οὐδαμῶς σώζειν φιλεῖ. 
c11.97 Νάνος ὢν ὕπεικε. 

Τὸ νʹ μετὰ τοῦ εʹ

c11.98 Νέα χελιδών. 
c11.98e Νέος φιλοδοξῶν πρώϊμος πονηρία. 
c11.99 Νεοκλείδου κλεπτίστερος. 
c11.100 Νεκρῶι μῦθον εἰς οὖς ἔλεγεν. 
 
c12.1 Νέους φίλους ποιῶν, λῶιστε, τῶν παλαιῶν μὴ ἐπιλανθάνου. 
c12.2 Νεκρὸν Ἀφροδίτη Διονύσου δίχα καὶ Δήμητρος. 
c12.3 Νεκρὸν μυρίζεις. 
c12.4 Νεκρὸς κεῖται βδέων. 
c12.4a Νεκρὸς οὐ δάκνει. 
c12.5 Νεφέλας ξαίνεις. 
c12.6 Νέμεσις δέ γε παρὰ πόδας βαίνει. 
c12.7 Νεοττοῦ οὐδέν μοι δίδως. 

Τὸ νʹ μετὰ τοῦ ηʹ

c12.8 Νήϊα καὶ κωπέας ἄνθ᾽ ὅπλων ἠλλάξαντο. 
c12.9 Νηφάλια ξύλα. 
c12.10 Νὴ τὼ Σιὼ, τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι, οὔτ᾽ ἔστιν οὔτε μή ποτε γένοιτο. 

Τὸ νʹ μετὰ τοῦ ιʹ

c12.11 Νιόβης πάθη. 

Τὸ νʹ μετὰ τοῦ οʹ

c12.12 Νοῦς οὐ παρὰ Κενθαύροις. 
c12.13 Νοῦς ὁρᾶι, καὶ νοῦς ἀκούει. 
c12.14 Νοῦν τὸν ξένον. 
c12.14a Νόμος καὶ χῶρα. 
c12.14b Νόμοις ἕπεσθαι τοῖς ἐγχωρίοις καλόν. 
c12.14c Νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν. 
c12.14f Νόσος φιλίας ἡ κολακεία. 
c12.14h Νόσον πολὺ κρεῖττον ἐστίν, ἢ λύπην φέρειν. 

Τὸ νʹ μετὰ τοῦ υʹ

c12.15 Νυμφίου βίον ὑμεῖς ζῆτε. 
c12.15a Νὺξ ὑγρά. 
c12.16 Νῦν εἰς χώραν ἦλθες. 
c12.17 Νῦν ὀσπρίων ἄμητος. 
c12.18 Νῦν θεοὶ μάκαρες. 
c12.19 Νῦν γένοιτο τὸ σωθῆναι. 
c12.20 Νῦν ἄμμες, πρόσθ᾽ ἄλλοι ἐθάλεον, αὐτίκα δ᾽ ἄλλοι,
ὧν ἄμμες γενεὴν οὐκέτ᾽ ἐποψόμεθα. 

Τὸ νʹ μετὰ τοῦ ωʹ

c12.21 Νῶι πείθου. 
Τῶι θεῶι ἕπου.